Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.217 Dem. 23.220 (English) >>Dem. 24.1

23.219ταῦτα φυλάττετε καὶ μεμνημένοι κάθησθε. καὶ τὰς μὲν παραγωγάς, ἃς οὗτοι ποιήσονται, χαίρειν ἐᾶτε καὶ μὴ ἐπιτρέπετε λέγειν αὐτοῖς, κελεύετε δὲ δεῖξαι ποῦ γέγραφεν κρίσιν, ποῦ γέγραφεν, ἄν τις ἁλῷ φόνου, κατὰ τούτου τὰς τιμωρίας. εἰ γὰρ τὸν ἄλλοθί που κριθέντα καὶ ἑαλωκότα ὅτι δεῖ κολάζειν ἔγραψεν, αὐτὸς ἔγραψεν κρίσιν εἰ πεποίηκεν οὒ καὶ εἰ δικαίως ἀδίκως, οὐκ ἂν ἠδίκει. 23.220εἰ δὲ τὸ τῆς αἰτίας ὄνομʼ αὐτὸ γράψαςἄν τις ἀποκτείνῃ,” καὶ ὑπερβὰς τὸκαὶ ἁλῷ φόνου,” καὶ τὸδόξῃ ἀπεκτονέναι,” καὶ τὸδίκας ὑπεχέτω τοῦ φόνου,” καὶ τὸτὰς τιμωρίας εἶναι κατʼ αὐτοῦ τὰς αὐτὰς ἅσπερ ἂν τὸν Ἀθηναῖον κτείνῃ,” καὶ πάνθʼ ὅσʼ ἐστὶ δίκαιʼ ὑπερβὰς ἀγώγιμον εἶναι γέγραφεν, μὴ φενακίζεσθε, ἀλλʼ εὖ ἴσθʼ ὅτι πάντων παρανομώτατʼ εἴρηκεν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.217 Dem. 23.220 (English) >>Dem. 24.1

Powered by PhiloLogic